Quote
"Ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους τούς τ᾿ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν, ἰδίαν τιν᾿ αὑτῷ θέμενος ἀδολεσχίαν."
T
Theognetus"Ἄνθρωπ’, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς· "ἀλλότριόν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη· σοφία δ’ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ, οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν. ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα· ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία· πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν, οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων."
Theognetus was an Ancient Greek comic poet of the 3rd century BC.