SHAWORDS

Ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή, — Rufinus (poet)

"Ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή, καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος, δειρὴ λυγδινέη, καὶ στήθεα μαρμαίροντα, καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος. εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι, τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι."
R
Rufinus (poet)
Rufinus (poet)
author3 quotes

Rufinus was a Greek epigrammatist of the Roman era.

More by Rufinus (poet)

View all →
Quote
"Εἶδον ἐγὼ ποθέοντας: ὑπ᾽ ἀτλήτοιο δὲ λύσσης δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι, οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος: ἱέμενοι δέ, εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην, ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην, ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι. καὶ ῥ᾽ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων κούρη δ᾽ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο. καὶ πάλιν ἠρήρειστο τὰ χείλεα: γυιοβόρον γὰρ εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης. ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει, στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα, ἢ κείνους ῾φιλέοντας, ὑπ᾽ ἀντιπόροισὶ τ᾽ ἀγοστοῖς ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους. τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη, τρὶς μάκαρ: ἀλλ᾽ ἡμεῖς ἄνδιχα καιόμεθα."
R
Rufinus (poet)