Quote
"Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον."
P
Paul the Silentiary"α. Οὔνομά μοι. β. Τί δὲ τοῦτο; α. Πατρὶς δέ μοι. β. Ἐς τί δὲ τοῦτο; α. Κλεινοῦ δ᾽ εἰμὶ γένους. β. Εἰ γὰρ ἀφαυροτάτου; α. Ζήσας δ᾽ ἐνδόξως ἔλιπον βίον. β. Εἰ γὰρ ἀδόξως; α. Κεῖμαι δ᾽ ἐνθάδε νῦν. β. Τίς τίνι ταῦτα λέγεις;"
Paul the Silentiary, also known as Paulus Silentiarius, was a Greek Byzantine poet and courtier to the emperor Justinian at Constantinople.
"Χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον."
"Ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος: ἡδὺ κατ᾽ αὖ τῶν ἠπιοδινήτων δάκρυ χέει βλεφάρων. χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη: μυρομένην δ᾽ ἐφίλησα: τὰ δ᾽ ὡς δροσερῆς ἀπὸ πηγῆς δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων. εἶπε δ᾽ ἀνειρομένῳ, “Τίνος εἵνεκα δάκρυα λείβεις;” “Δείδια μή με λίπῃς: ἐστὲ γὰρ ὁρκαπάται.”"
"Ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν. λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα εἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο: σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει, καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον."