Quote
"Οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας, οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν οὐδὲ σὺ γ᾽, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα. ἦ γὰρ ἴσον; πρηῶνι Μαλείης ὡς ἐκυκήθη, κῦμα πολυψάμμους ὦσέ σ᾿ ἐπὶ ψαμάθους."
A
Aulus Licinius Archias




