Quote
"Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα, μνήσομαι Ὠκεανοῖο βαθυρρόου. ἐν γὰρ ἐκείνῳ πᾶσα χθών, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται, οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν ἄνθρωποι τρισσῇσιν ἐπ᾿ ἠπείροισι δάσαντο· πρώτην μὲν Λιβύην, μετὰ δ᾿ Εὐρώπην Ἀσίην τε."
D
Dionysius Periegetes




