Quote
"Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ, ὅστις ἔχεις Ἀΐδα τὰν ὀλίγαν σποδιάν, τοῖς ἐμὸν ἐρχομένοισι παρ᾿ ἠρίον εἴπατε χαίρειν, αἴτ᾿ ἀστοὶ τελέθωντ᾿, αἴθ᾿ ἑτέρας πόλιος· χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· χὤτι πατήρ μ᾿ ἐκάλει Βαυκίδα, χὤτι γένος Τηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς Ἤρινν᾿ ἐν τύμβῳ γράμμ᾿ ἐχάραξε τόδε."
E
Erinna
